Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. φρουρεῖν ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης
  2. ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα.
Ἄγγελος
  1. ἔσται τάδʼ, ὦναξ. ἀλλά τοι τὰ μάντεων
  2. ἐσεῖδον ὡς φαῦλʼ ἐστὶ καὶ ψευδῶν πλέα.
  3. οὐδʼ ἦν ἄρʼ ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸς
  4. οὐδὲ πτερωτῶν φθέγματʼ· εὔηθες δέ τοι
  5. τὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς.
  6. Κάλχας γὰρ οὐκ εἶπʼ οὐδʼ ἐσήμηνε στρατῷ
  7. νεφέλης ὑπερθνῄσκοντας εἰσορῶν φίλους
  8. οὐδʼ Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην.
  9. εἴποις ἄν· οὕνεχʼ ὁ θεὸς οὐκ ἠβούλετο;
  10. τί δῆτα μαντευόμεθα; τοῖς θεοῖσι χρὴ
  11. θύοντας αἰτεῖν ἀγαθά, μαντείας δʼ ἐᾶν·
  12. βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε,
  13. κοὐδεὶς ἐπλούτησʼ ἐμπύροισιν ἀργὸς ὤν·
  14. γνώμη δʼ ἀρίστη μάντις ἥ τʼ εὐβουλία.
Χορός
  1. ἐς ταὐτὸ κἀμοὶ δόξα μαντειῶν πέρι
  2. χωρεῖ γέροντι· τοὺς θεοὺς ἔχων τις ἂν
  3. φίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις.
Ἑλένη
  1. εἶἑν· τὰ μὲν δὴ δεῦρʼ ἀεὶ καλῶς ἔχει.