Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- νῦν ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλιν
- καὶ λαμπάδων μεμνήμεθʼ ἃς τετραόροις
- ἵπποις τροχάζων παρέφερον· σὺ δʼ ἐν δίφροις
- ξὺν τῷδε νύμφη δῶμʼ ἔλειπες ὄλβιον.
- κακὸς γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶν
- καὶ ξυγγέγηθε καὶ συνωδίνει κακοῖς.
- ἐγὼ μὲν εἴην, κεἰ πέφυχʼ ὅμως λάτρις,
- ἐν τοῖσι γενναίοισιν ἠριθμημένος
- δούλοισι, τοὔνομʼ οὐκ ἔχων ἐλεύθερον,
- τὸν νοῦν δέ· κρεῖσσον γὰρ τόδʼ ἢ δυοῖν κακοῖν
- ἕνʼ ὄντα χρῆσθαι, τὰς φρένας τʼ ἔχειν κακὰς
- ἄλλων τʼ ἀκούειν δοῦλον ὄντα τῶν πέλας.
- ἄγʼ, ὦ γεραιέ, πολλὰ μὲν παρʼ ἀσπίδα
- μοχθήματʼ ἐξέπλησας ἐκπονῶν ἐμοί,
- καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίας
- ἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοις
- τάδʼ ὡς ἔχονθʼ ηὕρηκας οἷ τʼ ἐσμὲν τύχης,
- μένειν τʼ ἐπʼ ἀκταῖς τούς τʼ ἐμοὺς καραδοκεῖν
- ἀγῶνας οἳ μένουσί μʼ, ὡς ἐλπίζομεν,
- κεἰ τήνδε πως δυναίμεθʼ ἐκκλέψαι χθονός,