Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἀλλʼ, ὦ γεραιέ, καὶ σὺ κοινώνει λόγων.
- οὐχ ἥδε μόχθων τῶν ἐν Ἰλίῳ βραβεύς;
- οὐχ ἥδε, πρὸς θεῶν δʼ ἦμεν ἠπατημένοι,
- νεφέλης ἄγαλμʼ ἔχοντες ἐν χεροῖν λυγρόν.
- τί φῄς;
- νεφέλης ἄρʼ ἄλλως εἴχομεν πόνους πέρι;
- Ἥρας τάδʼ ἔργα καὶ θεῶν τρισσῶν ἔρις.
- ἡ δʼ οὖσʼ ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ;
- αὕτη· λόγοις δʼ ἐμοῖσι πίστευσον τάδε.
- ὦ θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλον
- καὶ δυστέκμαρτον. εὖ δέ πως πάντα στρέφει
- ἐκεῖσε κἀκεῖσʼ ἀναφέρων· ὃ μὲν πονεῖ,
- ὃ δʼ οὐ πονήσας αὖθις ὄλλυται κακῶς,
- βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων.
- σὺ γὰρ πόσις τε σὸς πόνων μετέσχετε,
- σὺ μὲν λόγοισιν, ὃ δὲ δορὸς προθυμίᾳ.
- σπεύδων δʼ ὅτʼ ἔσπευδʼ οὐδὲν εἶχε· νῦν δʼ ἔχει
- αὐτόματα πράξας τἀγάθʼ εὐτυχέστατα.
- οὐκ ἄρα γέροντα πατέρα καὶ Διοσκόρω
- ᾔσχυνας, οὐδʼ ἔδρασας οἷα κλῄζεται.