Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- εἶτʼ ἀντέδωκʼ εἴδωλον, ὡς σέθεν κλύω.
- τὰ δὲ σὰ κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ-
- τερ, οἲ ʼγώ.
- τί φῄς;
- οὐκ ἔστι μάτηρ· ἀγχόνιον δὲ βρόχον
- διʼ ἐμὰν κατεδήσατο δυσγάμου αἰσχύναν.
- ὤμοι· θυγατρὸς δʼ Ἑρμιόνης ἔστιν βίος;
- ἄγαμος ἄτεκνος, ὦ πόσι, καταστένει
- γάμον ἄγαμον ἐμόν.
- ὦ πᾶν κατʼ ἄκρας δῶμʼ ἐμὸν πέρσας Πάρις,
- τάδε καὶ σὲ διώλεσε μυριάδας τε
- χαλκεόπλων Δαναῶν.
- ἐμὲ δὲ πατρίδος ἄπο κακόποτμον ἀραίαν
- ἔβαλε θεὸς ἀπό τε πόλεος ἀπό τε σέθεν,
- ὅτε μέλαθρα λέχεά τʼ ἔλιπον — οὐ λιποῦσʼ
- ἐπʼ αἰσχροῖς γάμοις.
- εἰ καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονος
- τύχοιτε, πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν.
- Μενέλαε, κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς,
- ἣν μανθάνω μὲν καὐτός, οὐ σαφῶς δʼ ἔχω.