Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὅμως δὲ λέξον· ἡδύ τοι μόχθων κλύειν.
Ἑλένη
  1. οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανία
  2. πετομένας κώπας,
  3. πετομένου δʼ ἔρωτος ἀδίκων γάμων ---
Μενελέως
  1. τίς γάρ σε δαίμων ἢ πότμος συλᾷ πάτρας;
Ἑλένη
  1. ὁ Διὸς ὁ Διός, ὦ πόσι, παῖς μʼ ---
  2. ἐπέλασεν Νείλῳ.
Μενελέως
  1. θαυμαστά· τοῦ πέμψαντος; ὦ δεινοὶ λόγοι.
Ἑλένη
  1. κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω
  2. δάκρυσιν· ἁ Διός μʼ ἄλοχος ὤλεσεν.
Μενελέως
  1. Ἥρα; τί νῷν χρῄζουσα προσθεῖναι κακόν;
Ἑλένη
  1. ὤμοι ἐμῶν δεινῶν, λουτρῶν καὶ κρηνῶν,
  2. ἵνα θεαὶ μορφὰν
  3. ἐφαίδρυναν, ἔνθεν ἔμολεν κρίσις.
Μενελέως
  1. τὰ δʼ ἐς κρίσιν σοι τῶνδʼ ἔθηχʼ Ἥρα κακῶν — ;
Ἑλένη
  1. Πάριν ὡς ἀφέλοιτο —
Μενελέως
  1. πῶς; αὔδα.
Ἑλένη
  1. Κύπρις ᾧ μʼ ἐπένευσεν —
Μενελέως
  1. ὦ τλᾶμον.
Ἑλένη
  1. τλάμων, τλάμων· ὧδʼ ἐπέλασʼ Αἰγύπτῳ.