Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- παλαιὰ θρηνεῖς πήματʼ· ἀγγέλλεις δὲ τί;
- βέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰς
- ἀρθεῖσʼ ἄφαντος· οὐρανῷ δὲ κρύπτεται
- λιποῦσα σεμνὸν ἄντρον οὗ σφʼ ἐσῴζομεν,
- τοσόνδε λέξασʼ· ὦ ταλαίπωροι Φρύγες
- πάντες τʼ Ἀχαιοί, διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις
- ἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνῄσκετε,
- δοκοῦντες Ἑλένην οὐκ ἔχοντʼ ἔχειν Πάριν.
- ἐγὼ δʼ, ἐπειδὴ χρόνον ἔμεινʼ ὅσον με χρῆν,
- τὸ μόρσιμον σῴσασα, πατέρʼ ἐς οὐρανὸν
- ἄπειμι· φήμας δʼ ἡ τάλαινα Τυνδαρὶς
- ἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία.
- ὦ χαῖρε, Λήδας θύγατερ, ἐνθάδʼ ἦσθʼ ἄρα;
- ἐγὼ δέ σʼ ἄστρων ὡς βεβηκυῖαν μυχοὺς
- ἤγγελλον εἰδὼς οὐδὲν ὡς ὑπόπτερον
- δέμας φοροίης. οὐκ ἐῶ σε κερτομεῖν
- ἡμᾶς τόδʼ αὖθις, ὡς ἄδην ἐν Ἰλίῳ
- πόνους παρεῖχες σῷ πόσει καὶ συμμάχοις.
- τοῦτʼ ἔστʼ ἐκεῖνο· ξυμβεβᾶσιν οἱ λόγοι
- οἱ τῆσδʼ ἀληθεῖς. ὦ ποθεινὸς ἡμέρα,