Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἥ σʼ εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν.
- ὦ φίλτατʼ ἀνδρῶν Μενέλεως, ὁ μὲν χρόνος
- παλαιός, ἡ δὲ τέρψις ἀρτίως πάρα.
- ἔλαβον ἀσμένα πόσιν ἐμόν, φίλαι,
- περί τʼ ἐπέτασα χέρα
- φίλιον ἐν μακρᾷ φλογὶ φαεσφόρῳ.
- κἀγὼ σέ· πολλοὺς δʼ ἐν μέσῳ λόγους ἔχων
- οὐκ οἶδʼ ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν.
- γέγηθα, κρατὶ δʼ ὀρθίους ἐθείρας
- ἀνεπτέρωκα καὶ δάκρυ σταλάσσω,
- περὶ δὲ γυῖα χέρας ἔβαλον, ἡδονάν,
- ὦ πόσις, ὡς λάβω.
- ὦ φιλτάτη πρόσοψις, οὐκ ἐμέμφθην·
- ἔχω τὰ τῆς Διός τε λέκτρα Λήδας θʼ,
- ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποι
- ξυνομαίμονες ὤλβισαν ὤλβισαν
- τὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας σʼ ἐμοῦ
- πρὸς ἄλλαν ἐλαύνει
- θεὸς συμφορὰν τᾶσδε κρείσσω.
- τὸ κακὸν δʼ ἀγαθὸν σέ τε κἀμὲ συνάγαγε, πόσιν