Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. αἰθήρ, ὅθεν σὺ θεοπόνητʼ ἔχεις λέχη.
Μενελέως
  1. τίνος πλάσαντος θεῶν; ἄελπτα γὰρ λέγεις.
Ἑλένη
  1. Ἥρας, διάλλαγμʼ, ὡς Πάρις με μὴ λάβοι.
Μενελέως
  1. πῶς οὖν ἂν ἐνθάδʼ ἦσθά τʼ ἐν Τροίᾳ θʼ ἅμα;
Ἑλένη
  1. τοὔνομα γένοιτʼ ἂν πολλαχοῦ, τὸ σῶμα δʼ οὔ.
Μενελέως
  1. μέθες με, λύπης ἅλις ἔχων ἐλήλυθα.
Ἑλένη
  1. λείψεις γὰρ ἡμᾶς, τὰ δὲ κένʼ ἐξάξεις λέχη;
Μενελέως
  1. καὶ χαῖρέ γʼ, Ἑλένῃ προσφερὴς ὁθούνεκʼ εἶ.
Ἑλένη
  1. ἀπωλόμην· λαβοῦσά σʼ οὐχ ἕξω πόσιν.
Μενελέως
  1. τοὐκεῖ με μέγεθος τῶν πόνων πείθει, σὺ δʼ οὔ.
Ἑλένη
  1. οἲ ἐγώ· τίς ἡμῶν ἐγένετʼ ἀθλιωτέρα;
  2. οἱ φίλτατοι λείπουσί μʼ οὐδʼ ἀφίξομαι
  3. Ἕλληνας οὐδὲ πατρίδα τὴν ἐμήν ποτε.
Ἄγγελος
  1. Μενέλαε, μαστεύων σε κιγχάνω μόλις
  2. πᾶσαν πλανηθεὶς τήνδε βάρβαρον χθόνα,
  3. πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο.
Μενελέως
  1. τί δʼ ἔστιν; οὔ που βαρβάρων συλᾶσθʼ ὕπο;
Ἄγγελος
  1. θαῦμʼ ἔστʼ, ἔλασσον τοὔνομʼ ἢ τὸ πρᾶγμʼ ἔχον.
Μενελέως
  1. λέγʼ· ὡς φέρεις τι τῇδε τῇ σπουδῇ νέον.
Ἄγγελος
  1. λέγω πόνους σε μυρίους τλῆναι μάτην.