Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐγὼ δὲ Μενέλεῴ γε σέ· οὐδʼ ἔχω τί φῶ.
- ἔγνως γὰρ ὀρθῶς ἄνδρα δυστυχέστατον.
- ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας.
- ποίας δάμαρτος; μὴ θίγῃς ἐμῶν πέπλων.
- ἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ.
- ὦ φωσφόρʼ Ἑκάτη, πέμπε φάσματʼ εὐμενῆ.
- οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μʼ ὁρᾷς.
- οὐ μὴν γυναικῶν γʼ εἷς δυοῖν ἔφυν πόσις.
- ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς;
- ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι.
- οὐκ ἔστιν ἄλλη σή τις ἀντʼ ἐμοῦ γυνή.
- οὔ που φρονῶ μὲν εὖ, τὸ δʼ ὄμμα μου νοσεῖ;
- οὐ γάρ με λεύσσων σὴν δάμαρθʼ ὁρᾶν δοκεῖς;
- τὸ σῶμʼ ὅμοιον, τὸ δὲ σαφές μʼ ἀποστερεῖ.
- σκέψαι· τί σοὐνδεῖ; τίς δὲ σοῦ σοφώτερος;
- ἔοικας· οὔτοι τοῦτό γʼ ἐξαρνήσομαι.
- τίς οὖν διδάξει σʼ ἄλλος ἢ τὰ σʼ ὄμματα;
- ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτʼ ἄλλην ἔχω.
- οὐκ ἦλθον ἐς γῆν Τρῳάδʼ, ἀλλʼ εἴδωλον ἦν.
- καὶ τίς βλέποντα σώματʼ ἐξεργάζεται;