Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τάφῳ ξυνάψω κῶλον; ἄγριος δέ τις
  2. μορφὴν ὅδʼ ἐστίν, ὅς με θηρᾶται λαβεῖν.
Μενελέως
  1. σὲ τὴν ὄρεγμα δεινὸν ἡμιλλημένην
  2. τύμβου ʼπὶ κρηπῖδʼ ἐμπύρους τʼ ὀρθοστάτας,
  3. μεῖνον· τί φεύγεις; ὡς δέμας δείξασα σὸν
  4. ἔκπληξιν ἡμῖν ἀφασίαν τε προστίθης.
Ἑλένη
  1. ἀδικούμεθʼ, ὦ γυναῖκες· εἰργόμεσθα γὰρ
  2. τάφου πρὸς ἀνδρὸς τοῦδε, καί μʼ ἑλὼν θέλει
  3. δοῦναι τυράννοις ὧν ἐφεύγομεν γάμους.
Μενελέως
  1. οὐ κλῶπές ἐσμεν, οὐχ ὑπηρέται κακῶν.
Ἑλένη
  1. καὶ μὴν στολήν γʼ ἄμορφον ἀμφὶ σῶμʼ ἔχεις.
Μενελέως
  1. στῆσον, φόβου μεθεῖσα, λαιψηρὸν πόδα.
Ἑλένη
  1. ἵστημʼ, ἐπεί γε τοῦδʼ ἐφάπτομαι τόπου.
Μενελέως
  1. τίς εἶ; τίνʼ ὄψιν σήν, γύναι, προσδέρκομαι;
Ἑλένη
  1. σὺ δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος.
Μενελέως
  1. οὐπώποτʼ εἶδον προσφερέστερον δέμας.
Ἑλένη
  1. ὦ θεοί· θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους.
  1. Ἑλληνὶς εἶ τις ἢ ἐπιχωρία γυνή;
Ἑλένη
  1. Ἑλληνίς· ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
Μενελέως
  1. Ἑλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον, γύναι.