Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ταλαίφρων, ἄφιλος φίλων,
  2. παντοδαπᾶς ἐπὶ γᾶς πόδα
  3. χριμπτόμενος εἰναλίῳ
  4. κώπᾳ Τρῳάδος ἐκ γᾶς.
Ἑλένη
  1. ἥδʼ αὖ τάφου τοῦδʼ εἰς ἕδρας ἐγὼ πάλιν
  2. στείχω, μαθοῦσα Θεονόης φίλους λόγους,
  3. ἣ πάντʼ ἀληθῶς οἶδε· φησὶ δʼ ἐν φάει
  4. πόσιν τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν,
  5. πορθμοὺς δʼ ἀλᾶσθαι μυρίους πεπλωκότα
  6. ἐκεῖσε κἀκεῖσʼ οὐδʼ ἀγύμναστον πλάνοις,
  7. ἥξειν δʼ ὅταν δὴ πημάτων λάβῃ τέλος.
  8. ἓν δʼ οὐκ ἔλεξεν, εἰ μολὼν σωθήσεται.
  9. ἐγὼ δʼ ἀπέστην τοῦτʼ ἐρωτῆσαι σαφῶς,
  10. ἡσθεῖσʼ ἐπεί νιν εἶπέ μοι σεσῳσμένον.
  11. ἐγγὺς δέ νίν που τῆσδʼ ἔφασκʼ εἶναι χθονός,
  12. ναυαγὸν ἐκπεσόντα σὺν παύροις φίλοις.
  13. ὤμοι, πόθʼ ἥξεις; ὡς ποθεινὸς ἂν μόλοις.
  14. ἔα, τίς οὗτος; οὔ τί που κρυπτεύομαι
  15. Πρωτέως ἀσέπτου παιδὸς ἐκ βουλευμάτων;
  16. οὐχ ὡς δρομαία πῶλος ἢ Βάκχη θεοῦ