Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσῃ χθονί.
- δόμων ἄνακτα προσμενῶ· δισσὰς δέ μοι
- ἔχει φυλάξεις· ἢν μὲν ὠμόφρων τις ᾖ,
- κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια·
- ἢν δʼ ἐνδιδῷ τι μαλθακόν, τὰ πρόσφορα
- τῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι.
- κακῶν μὲν ἡμῖν ἔσχατον τοῖς ἀθλίοις,
- ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα
- βίον προσαιτεῖν· ἀλλʼ ἀναγκαίως ἔχει.
- λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφὸν δʼ ἔπος,
- δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον.
- ἤκουσα τᾶς θεσπιῳδοῦ κόρας,
- ἃ χρῄζουσʼ ἐφάνη τυράννοις
- δόμοις, ὡς Μενέλαος οὔ-
- πω μελαμφαὲς οἴχεται
- διʼ ἔρεβος χθονὶ κρυφθείς,
- ἀλλʼ ἔτι κατʼ οἶδμʼ ἅλιον
- τρυχόμενος οὔπω λιμένων
- ψαύσειεν πατρίας γᾶς,
- ἀλατείᾳ βιότου