Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐκ τῶν πάροιθεν τὰς παρεστώσας κλύω,
  2. εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων
  3. ἥκω δάμαρτα καὶ κατʼ ἄντρα σῴζεται,
  4. ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις
  5. δάμαρτος ἄλλη τοισίδʼ ἐνναίει δόμοις.
  6. Διὸς δʼ ἔλεξε παῖδά νιν πεφυκέναι.
  7. ἀλλʼ ἦ τις ἔστι Ζηνὸς ὄνομʼ ἔχων ἀνὴρ
  8. Νείλου παρʼ ὄχθας; εἷς γὰρ ὅ γε κατʼ οὐρανόν.
  9. Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ
  10. τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον;
  11. ἁπλοῦν δὲ Τυνδάρειον ὄνομα κλῄζεται.
  12. Λακεδαίμονος δὲ γαῖα τίς ξυνώνυμος
  13. Τροίας τε; ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν.
  14. πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῇ χθονὶ
  15. ὀνόματα ταὔτʼ ἔχουσι καὶ πόλις πόλει
  16. γυνὴ γυναικί τʼ· οὐδὲν οὖν θαυμαστέον.
  17. οὐδʼ αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα·
  18. ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας,
  19. ὃς ὄνομʼ ἀκούσας τοὐμὸν οὐ δώσει βοράν.
  20. κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θʼ ὃς ἧψά νιν,