Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος.
Μενελέως
  1. ἔστʼ οὖν ἐν οἴκοις ὅντινʼ ὀνομάζεις ἄναξ;
Γραῦς
  1. τόδʼ ἐστὶν αὐτοῦ μνῆμα, παῖς δʼ ἄρχει χθονός.
Μενελέως
  1. ποῦ δῆτʼ ἂν εἴη; πότερον ἐκτὸς ἢ ʼν δόμοις;
Γραῦς
  1. οὐκ ἔνδον· Ἕλλησιν δὲ πολεμιώτατος.
Μενελέως
  1. τίνʼ αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ;
Γραῦς
  1. Ἑλένη κατʼ οἴκους ἐστὶ τούσδʼ ἡ τοῦ Διός.
Μενελέως
  1. πῶς φῄς; τίνʼ εἶπας μῦθον; αὖθίς μοι φράσον.
Γραῦς
  1. ἡ Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτʼ ἦν.
Μενελέως
  1. πόθεν μολοῦσα; τίνα τὸ πρᾶγμʼ ἔχει λόγον;
Γραῦς
  1. Λακεδαίμονος γῆς δεῦρο νοστήσασʼ ἄπο.
Μενελέως
  1. πότε; οὔ τί που λελῄσμεθʼ ἐξ ἄντρων λέχος;
Γραῦς
  1. πρὶν τοὺς Ἀχαιούς, ὦ ξένʼ, ἐς Τροίαν μολεῖν.
  2. ἀλλʼ ἕρπʼ ἀπʼ οἴκων· ἔστι γάρ τις ἐν δόμοις
  3. τύχη, τύραννος ᾗ ταράσσεται δόμος.
  4. καιρὸν γὰρ οὐδένʼ ἦλθες· ἢν δὲ δεσπότης
  5. λάβῃ σε, θάνατος ξένιά σοι γενήσεται.
  6. εὔνους γάρ εἰμʼ Ἕλλησιν, οὐχ ὅσον πικροὺς
  7. λόγους ἔδωκα δεσπότην φοβουμένη.
Μενελέως
  1. τί φῶ; τί λέξω; συμφορὰς γὰρ ἀθλίας