Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- μηδένα πελάζειν τοισίδʼ Ἑλλήνων δόμοις.
- ἆ· μὴ προσείλει χεῖρα μηδʼ ὤθει βίᾳ.
- πείθῃ γὰρ οὐδὲν ὧν λέγω, σὺ δʼ αἴτιος.
- ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς ---
- πικρῶς ἄρʼ οἶμαί γʼ ἀγγελεῖν τοὺς σοὺς λόγους.
- ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος.
- οἶκον πρὸς ἄλλον νύν τινʼ ἀντὶ τοῦδʼ ἴθι.
- οὔκ, ἀλλʼ ἔσω πάρειμι· καὶ σύ μοι πιθοῦ.
- ὀχληρὸς ἴσθʼ ὤν· καὶ τάχʼ ὠσθήσῃ βίᾳ.
- αἰαῖ· τὰ κλεινὰ ποῦ ʼστί μοι στρατεύματα;
- οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθʼ, οὐκ ἐνθάδε.
- ὦ δαῖμον, ὡς ἀνάξιʼ ἠτιμώμεθα.
- τί βλέφαρα τέγγεις δάκρυσι; πρὸς τίνʼ οἰκτρὸς εἶ;
- πρὸς τὰς πάροιθεν συμφορὰς εὐδαίμονας.
- οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις;
- τίς δʼ ἥδε χώρα; τοῦ δὲ βασίλειοι δόμοι;
- Πρωτεὺς τάδʼ οἰκεῖ δώματʼ, Αἴγυπτος δὲ γῆ.
- Αἴγυπτος; ὦ δύστηνος, οἷ πέπλευκʼ ἄρα.
- τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος;
- οὐ τοῦτʼ ἐμέμφθην· τὰς ἐμὰς στένω τύχας.