Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- χλιδάς τε πόντος ἥρπασʼ· ἐν δʼ ἄντρου μυχοῖς
- κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ
- ἄρξασαν ἥκω τούς τε περιλελειμμένους
- φίλων φυλάσσειν τἄμʼ ἀναγκάσας λέχη.
- μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις
- τὰ πρόσφορʼ ἤν πως ἐξερευνήσας λάβω.
- ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε
- πύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινός,
- προσῆλθον· ἐλπὶς δʼ ἔκ γε πλουσίων δόμων
- λαβεῖν τι ναύταις· ἐκ δὲ μὴ ἐχόντων βίον —
- οὐδʼ εἰ θέλοιεν, ὠφελεῖν ἔχοιεν ἄν.
- ὠή· τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι,
- ὅστις διαγγείλειε τἄμʼ ἔσω κακά;
- τίς πρὸς πύλαισιν; οὐκ ἀπαλλάξῃ δόμων
- καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις
- ὄχλον παρέξεις δεσπόταις; ἢ κατθανῇ
- Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί.
- ὦ γραῖα, ταὐτὰ ταῦτʼ ἔπη κἄλλως λέγειν
- ἔξεστι, πείσομαι γάρ· ἀλλʼ ἄνες λόγον.
- ἄπελθʼ· ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε,