Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα,
- τὸν ὑδρόεντι δόνακι χλωρὸν
- Εὐρώταν, θανόντος
- εἰ βάξις ἔτυμος ἀνδρὸς
- ἅδε μοι — τί τάδʼ ἀσύνετα; —
- φόνιον αἰώρημα
- διὰ δέρης ὀρέξομαι,
- ἢ ξιφοκτόνον δίωγμα
- λαιμορρύτου σφαγᾶς
- αὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν,
- θῦμα τριζύγοις θεαῖσι
- τῷ τε σήραγγας Ἰδαί-
- ας ἐνίζοντι Πριαμί-
- δᾳ ποτʼ ἀμφὶ βουστάθμους.
- ἄλλοσʼ ἀποτροπὰ κακῶν
- γένοιτο, τὸ δὲ σὸν εὐτυχές.
- ἰὼ Τροία τάλαινα,
- διʼ ἔργʼ ἄνεργʼ ὄλλυσαι
- μέλεά τʼ ἔτλας· τὰ δʼ ἐμὰ δῶρα
- Κύπριδος ἔτεκε πολὺ μὲν αἷμα,