Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- θέλω δὲ κἀγὼ σοὶ συνεισελθεῖν δόμους
- καὶ συμπυθέσθαι παρθένου θεσπίσματα·
- γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή.
- φίλαι, λόγους ἐδεξάμαν·
- βᾶτε βᾶτε δʼ ἐς δόμους,
- ἀγῶνας ἐντὸς οἴκων
- ὡς πύθησθε τοὺς ἐμούς.
- θέλουσαν οὐ μόλις καλεῖς.
- ἰὼ μέλεος ἁμέρα.
- τίνʼ ἄρα τάλαινα τίνα δακρυό-
- εντα λόγον ἀκούσομαι;
- μὴ πρόμαντις ἀλγέων
- προλάμβανʼ, ὦ φίλα, γόους.
- τί μοι πόσις μέλεος ἔτλα;
- πότερα δέρκεται φάος
- τέθριππά θʼ ἁλίου κέλευθά τʼ ἀστέρων,
- ἢ ʼν νέκυσι κατὰ χθονὸς
- τὰν χρόνιον ἔχει τύχαν;
- ἐς τὸ φέρτερον τίθει
- τὸ μέλλον, ὅ τι γενήσεται.