Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πολὺ δὲ δάκρυον· ἄχεά τʼ ἄχεσι,
  2. δάκρυα δάκρυσιν ἔλαβε, πάθεα ---
  3. ματέρες τε παῖδας ὄλεσαν,
  4. ἀπὸ δὲ παρθένοι κόμας
  5. ἔθεντο σύγγονοι νεκρῶν Σκαμάνδριον
  6. ἀμφὶ Φρύγιον οἶδμα.
  7. βοὰν βοὰν δʼ Ἑλλὰς
  8. κελάδησε κἀνοτότυξεν,
  9. ἐπὶ δὲ κρατὶ χέρας ἔθηκεν,
  10. ὄνυχι δʼ ἁπαλόχροα γένυν
  11. δεῦσε φονίαισι πλαγαῖς.
  12. ὦ μάκαρ Ἀρκαδίᾳ ποτὲ παρθένε Καλλιστοῖ, Διὸς
  13. ἃ λεχέων ἐπέβας τετραβάμοσι γυίοις,
  14. ὡς πολὺ ματρὸς ἐμᾶς ἔλαχες πλέον,
  15. ἁ μορφᾷ θηρῶν λαχνογυίων —
  16. ὄμματι λάβρῷ σχῆμα λεαίνης —
  17. ἐξαλλάξασʼ ἄχθεα λύπης·
  18. ἅν τέ ποτʼ Ἄρτεμις ἐξεχορεύσατο
  19. χρυσοκέρατʼ ἔλαφον Μέροπος Τιτανίδα κούραν
  20. καλλοσύνας ἕνεκεν· τὸ δʼ ἐμὸν δέμας