Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. μὴ πάντʼ ἀληθῆ δοξάσῃς εἰρηκέναι.
Ἑλένη
  1. καὶ μὴν σαφῶς γʼ ἔλεξʼ ὀλωλέναι πόσιν.
Χορός
  1. πόλλʼ ἂν γένοιτο καὶ διὰ ψευδῶν ἔπη.
Ἑλένη
  1. καὶ τἄμπαλίν γε τῶνδʼ ἀληθείᾳ σαφῆ.
Χορός
  1. ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρῃ.
Ἑλένη
  1. φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μʼ ἄγει.
Χορός
  1. πῶς δʼ εὐμενείας τοισίδʼ ἐν δόμοις ἔχεις;
Ἑλένη
  1. πάντες φίλοι μοι πλὴν ὁ θηρεύων γάμους.
Χορός
  1. οἶσθʼ οὖν ὃ δρᾶσον; μνήματος λιποῦσʼ ἕδραν —
Ἑλένη
  1. ἐς ποῖον ἕρπεις μῦθον ἢ παραίνεσιν;
Χορός
  1. ἐλθοῦσʼ ἐς οἴκους, ἣ τὰ πάντʼ ἐπίσταται,
  2. τῆς ποντίας Νηρῇδος ἐκγόνου κόρης,
  3. πυθοῦ πόσιν σὸν Θεονόης, εἴτʼ ἔστʼ ἔτι
  4. εἴτʼ ἐκλέλοιπε φέγγος· ἐκμαθοῦσα δʼ εὖ
  5. πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τʼ ἔχε.
  6. πρὶν δʼ οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέον
  7. λυπουμένῃ γένοιτʼ ἄν; ἀλλʼ ἐμοὶ πιθοῦ·
  8. τάφον λιποῦσα τόνδε σύμμειξον κόρῃ·
  9. ὅθενπερ εἴσῃ πάντα τἀληθῆ μαθεῖν
  10. ἔχουσʼ ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω;