Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τὸ δʼ ἔσχατον τοῦτʼ, εἰ μόλοιμεν ἐς πάτραν,
- κλῄθροις ἂν εἰργοίμεσθα — τὴν ὑπʼ Ἰλίῳ
- δοκοῦντες Ἑλένην Μενέλεώ μʼ ἐλθεῖν μέτα.
- εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἂν
- ἐλθόντες, ἃ φανέρʼ ἦν μόνοις, ἐς ξύμβολα.
- νῦν δʼ οὔτε τοῦτʼ ἔστʼ οὔτε μὴ σωθῇ ποτε.
- τί δῆτʼ ἔτι ζῶ; τίνʼ ὑπολείπομαι τύχην;
- γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγάς,
- μετʼ ἀνδρὸς οἰκεῖν βαρβάρου πρὸς πλουσίαν
- τράπεζαν ἵζουσʼ; ἀλλʼ ὅταν πόσις πικρὸς
- ξυνῇ γυναικί, καὶ τὸ σῶμʼ ἐστιν πικρόν.
- θανεῖν κράτιστον· πῶς θάνοιμʼ ἂν οὐ καλῶς;
- ἀσχήμονες μὲν ἀγχόναι μετάρσιοι,
- κἀν τοῖσι δούλοις δυσπρεπὲς νομίζεται·
- σφαγαὶ δʼ ἔχουσιν εὐγενές τι καὶ καλόν,
- σμικρὸν δʼ ὁ καιρὸς σάρκʼ ἀπαλλάξαι βίου.
- ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν·
- αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖς
- γυναῖκες, ἡμᾶς δʼ αὐτὸ τοῦτʼ ἀπώλεσεν.
- Ἑλένη, τὸν ἐλθόνθʼ, ὅστις ἐστὶν ὁ ξένος,