Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην
  2. πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δʼ ὅμως·
  3. ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα.
  4. πρῶτον μὲν οὐκ οὖσʼ ἄδικος, εἰμὶ δυσκλεής·
  5. καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν,
  6. ὅστις τὰ μὴ προσόντα κέκτηται κακά.
  7. ἔπειτα πατρίδος θεοί μʼ ἀφιδρύσαντο γῆς
  8. ἐς βάρβαρʼ ἤθη, καὶ φίλων τητωμένη
  9. δούλη καθέστηκʼ οὖσʼ ἐλευθέρων ἄπο·
  10. τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός.
  11. ἄγκυρα δʼ ἥ μου τὰς τύχας ὤχει μόνη,
  12. πόσιν ποθʼ ἥξειν καί μʼ ἀπαλλάξειν κακῶν —
  13. οὗτος τέθνηκεν, οὗτος οὐκέτʼ ἔστι δή.
  14. μήτηρ δʼ ὄλωλε, καὶ φονεὺς αὐτῆς ἐγώ,
  15. ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτʼ ἔστʼ ἐμόν·
  16. ὃ δʼ ἀγλάισμα δωμάτων ἐμοῦ τʼ ἔφυ,
  17. θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται·
  18. τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρω
  19. οὐκ ἐστόν. ἀλλὰ πάντʼ ἔχουσα δυστυχῆ
  20. τοῖς πράγμασιν τέθνηκα, τοῖς δʼ ἔργοισιν οὔ.