Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τάνδε γαῖαν εἰς ἄνολβον
- ἔριν ἔριν τάλαιναν ἔθετο
- Πριαμίδαισιν Ἑλλάδος.
- τὸ δʼ ἐμὸν ὄνομα
- παρὰ Σιμουντίοις ῥοαῖσι
- μαψίδιον ἔχει φάτιν.
- ἔχεις μὲν ἀλγείνʼ, οἶδα· σύμφορον δέ τοι
- ὡς ῥᾷστα τἀναγκαῖα τοῦ βίου φέρειν.
- φίλαι γυναῖκες, τίνι πότμῳ συνεζύγην;
- ἆρʼ ἡ τεκοῦσά μʼ ἔτεκεν ἀνθρώποις τέρας;
- γυνὴ γὰρ οὔθʼ Ἑλληνὶς οὔτε βάρβαρος
- τεῦχος νεοσσῶν λευκὸν ἐκλοχεύεται,
- ἐν ᾧ με Λήδαν φασὶν ἐκ Διὸς τεκεῖν.
- τέρας γὰρ ὁ βίος καὶ τὰ πράγματʼ ἐστί μου,
- τὰ μὲν διʼ Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον.
- εἴθʼ ἐξαλειφθεῖσʼ ὡς ἄγαλμʼ αὖθις πάλιν
- αἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ,
- καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχω
- Ἕλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰς
- ἔσῳζον ὥσπερ τὰς κακὰς σῴζουσί μου.