Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. Ἑλλανίδες κόραι,
  2. ναύτας Ἀχαιῶν
  3. τις ἔμολεν ἔμολε δάκρυα δάκρυσί μοι φέρων.
  4. Ἰλίου κατασκαφαὶ
  5. πυρὶ μέλουσι δαΐῳ
  6. διʼ ἐμὲ τὰν πολυκτόνον,
  7. διʼ ἐμὸν ὄνομα πολύπονον.
  8. Λήδα δʼ ἐν ἀγχόναις
  9. θάνατον ἔλαβεν αἰσχύ-
  10. νας ἐμᾶς ὑπʼ ἀλγέων.
  11. ὁ δʼ ἐμὸς ἐν ἁλὶ πολυπλανὴς
  12. πόσις ὀλόμενος οἴχεται,
  13. κάστορός τε συγγόνου τε
  14. διδυμογενὲς ἄγαλμα πατρίδος
  15. ἀφανὲς ἀφανὲς ἱππόκροτα λέ-
  16. λοιπε δάπεδα γυμνάσιά τε
  17. δονακόεντος Εὐρώ-
  18. τα, νεανιᾶν πόνον.
Χορός
  1. αἰαῖ αἰαῖ·
  2. ὦ δαίμονος πολυστόνου