Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. παρʼ ἐμέθεν ὑπὸ μέλαθρα νύχια
  2. παιᾶνα
  3. νέκυσιν ὀλομένοις λάβῃ.
Χορός
  1. κυανοειδὲς ἀμφʼ ὕδωρ
  2. ἔτυχον ἕλικά τʼ ἀνὰ χλόαν
  3. φοίνικας ἁλίου πέπλους
  4. αὐγαῖσιν ἐν χρυσέαις
  5. ἀμφὶ δόνακος ἔρνεσιν
  6. θάλπουσα· ποτνίας δʼ ἐμᾶς,
  7. ἔνθεν οἰκτρὸν ἀνεβόασεν,
  8. ὅμαδον ἔκλυον, ἄλυρον ἔλεγον,
  9. ὅτι ποτʼ ἔλακεν αἰάγμα-
  10. σι στένουσα, Νύμφα τις
  11. οἷα Ναῒς
  12. ὄρεσι φυγάδα νόμον ἱεῖσα
  13. γοερόν, ὑπὸ δὲ πέτρινα γύαλα
  14. κλαγγαῖσι
  15. Πανὸς ἀναβοᾷ γάμους.
Ἑλένη
  1. ἰὼ ἰώ·
  2. θήραμα βαρβάρου πλάτας,