Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- μοίρας τε σᾶς, γύναι.
- αἰὼν δυσαίων
- τις ἔλαχεν ἔλαχεν, ὅτε σʼ ἐτέκετο ματρόθεν
- χιονόχρως κύκνου πτερῷ
- Ζεὺς πρέπων διʼ αἰθέρος·
- τί γὰρ ἄπεστί σοι κακῶν;
- τίνα δὲ βίοτον οὐκ ἔτλας;
- μάτηρ μὲν οἴχεται,
- δίδυμά τε Διὸς οὐκ εὐ-
- δαιμονεῖ τέκεα φίλα,
- χθόνα δὲ πάτριον οὐχ ὁρᾷς,
- διὰ δὲ πόλεας ἔρχεται
- βάξις, ἅ σε βαρβάροισι,
- πότνια, παραδίδωσι λέχεσιν,
- ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ-
- λοιπε βίοτον, οὐδέ ποτʼ ἔτι
- πάτρια μέλαθρα καὶ τὰν
- Χαλκίοικον ὀλβιεῖς.
- φεῦ φεῦ, τίς ἢ Φρυγῶν
- ἢ τίς Ἑλλανίας ἀπὸ χθονὸς