Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο.
- Ἑλένῃ δʼ ὅμοιον σῶμʼ ἔχουσʼ οὐ τὰς φρένας
- ἔχεις ὁμοίας, ἀλλὰ διαφόρους πολύ.
- κακῶς δʼ ὄλοιτο μηδʼ ἐπʼ Εὐρώτα ῥοὰς
- ἔλθοι· σὺ δʼ εἴης εὐτυχὴς ἀεί, γύναι.
- ὤ, μεγάλων ἀχέων καταβαλλομένα μέγαν οἶκτον
- ποῖον ἁμιλλαθῶ γόον; ἢ τίνα μοῦσαν ἐπέλθω
- δάκρυσιν ἢ θρήνοις ἢ πένθεσιν; αἰαῖ.
- πτεροφόροι νεάνιδες,
- παρθένοι Χθονὸς κόραι
- Σειρῆνες, εἴθʼ ἐμοῖς γόοις
- μόλοιτʼ ἔχουσαι Λίβυν
- λωτὸν ἢ σύριγγας ἢ
- φόρμιγγας, αἰλίνοις κακοῖς
- τοῖς ἐμοῖσι σύνοχα δάκρυα·
- πάθεσι πάθεα, μέλεσι μέλεα,
- μουσεῖα θρηνήμα-
- σι ξυνῳδὰ πέμψειε
- Φερσέφασσα
- φόνια, χάριτας ἵνʼ ἐπὶ δάκρυσι