Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐπεὶ κλοπαίαν σʼ ἐκ δόμων ἐδέξατο.
- καὶ τῷ πλανήτῃ Μενέλεῳ θεῶν πάρα
- μακάρων κατοικεῖν νῆσόν ἐστι μόρσιμον·
- τοὺς εὐγενεῖς γὰρ οὐ στυγοῦσι δαίμονες,
- τῶν δʼ ἀναριθμήτων μᾶλλόν εἰσιν οἱ πόνοι.
- ὦ παῖδε Λήδας καὶ Διός, τὰ μὲν πάρος
- νείκη μεθήσω σφῶν κασιγνήτης πέρι·
- ἐγὼ δʼ ἀδελφὴν οὐκέτʼ ἂν κτάνοιμʼ ἐμήν.
- κείνη δʼ ἴτω πρὸς οἶκον, εἰ θεοῖς δοκεῖ.