Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἴστον δʼ ἀρίστης σωφρονεστάτης θʼ ἅμα
- γεγῶτʼ ἀδελφῆς ὁμογενοῦς ἀφʼ αἵματος.
- καὶ χαίρεθʼ Ἑλένης οὕνεκʼ εὐγενεστάτης
- γνώμης, ὃ πολλαῖς ἐν γυναιξὶν οὐκ ἔνι.
- πολλαὶ μορφαὶ τῶν δαιμονίων,
- πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί·
- καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη,
- τῶν δʼ ἀδοκήτων πόρον ηὗρε θεός.
- τοιόνδʼ ἀπέβη τόδε πρᾶγμα.