Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὅταν δὲ κάμψῃς καὶ τελευτήσῃς βίον,
- θεὸς κεκλήσῃ καὶ Διοσκόρων μέτα
- σπονδῶν μεθέξεις ξένιά τʼ ἀνθρώπων πάρα
- ἕξεις μεθʼ ἡμῶν· Ζεὺς γὰρ ὧδε βούλεται.
- οὗ δʼ ὥρισέν σοι πρῶτα Μαιάδος τόκος,
- Σπάρτης ἀπάρας, τὸν κατʼ οὐρανὸν δρόμον,
- κλέψας δέμας σὸν μὴ Πάρις γήμειέ σε,
- — φρουρὸν παρʼ Ἀκτὴν τεταμένην νῆσον λέγω —
- Ἑλένη τὸ λοιπὸν ἐν βροτοῖς κεκλήσεται,