Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- νόμιζε δʼ αὐτὴν σωφρόνως πράσσειν τάδε.
- πάλαι δʼ ἀδελφὴν κἂν πρὶν ἐξεσώσαμεν,
- ἐπείπερ ἡμᾶς Ζεὺς ἐποίησεν θεούς·
- ἀλλʼ ἥσσονʼ ἦμεν τοῦ πεπρωμένου θʼ ἅμα
- καὶ τῶν θεῶν, οἷς ταῦτʼ ἔδοξεν ὧδʼ ἔχειν.
- σοὶ μὲν τάδʼ αὐδῶ, συγγόνῳ δʼ ἐμῇ λέγω·
- πλεῖ ξὺν πόσει σῷ· πνεῦμα δʼ ἕξετʼ οὔριον·
- σωτῆρε δʼ ἡμεῖς σὼ κασιγνήτω διπλῶ
- πόντον παριππεύοντε πέμψομεν πάτραν.