Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. σύγγονον κτανεῖν κακίστην —
Θεράπων
  1. εὐσεβεστάτην μὲν οὖν.
Θεοκλύμενος
  1. ἥ με προύδωκεν —
Θεράπων
  1. καλήν γε προδοσίαν, δίκαια δρᾶν.
Θεοκλύμενος
  1. τἀμὰ λέκτρʼ ἄλλῳ διδοῦσα.
Θεράπων
  1. τοῖς γε κυριωτέροις.
Θεοκλύμενος
  1. κύριος δὲ τῶν ἐμῶν τίς;
Θεράπων
  1. ὃς ἔλαβεν πατρὸς πάρα.
Θεοκλύμενος
  1. ἀλλʼ ἔδωκεν ἡ τύχη μοι.
Θεράπων
  1. τὸ δὲ χρεὼν ἀφείλετο.
Θεοκλύμενος
  1. οὐ σὲ τἀμὰ χρὴ δικάζειν.
Θεράπων
  1. ἤν γε βελτίω λέγω.
Θεοκλύμενος
  1. ἀρχόμεσθʼ ἄρʼ, οὐ κρατοῦμεν.
Θεράπων
  1. ὅσια δρᾶν, τὰ δʼ ἔκδικʼ οὔ.
Θεοκλύμενος
  1. κατθανεῖν ἐρᾶν ἔοικας.
Θεράπων
  1. κτεῖνε· σύγγονον δὲ σὴν
  2. οὐ κτενεῖς ἡμῶν ἑκόντων, ἀλλʼ ἔμε· ὡς πρὸ δεσποτῶν
  3. τοῖσι γενναίοισι δούλοις εὐκλεέστατον θανεῖν.
Διόσκοροι
  1. ἐπίσχες ὀργὰς αἷσιν οὐκ ὀρθῶς φέρῃ,
  2. Θεοκλύμενε, γαίας τῆσδʼ ἄναξ· δισσοὶ δέ σε