Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- καθῆκʼ ἐμαυτὸν εἰς ἅλʼ ἄγκυραν πάρα·
- ἤδη δὲ κάμνονθʼ ὁρμιατόνων μέ τις
- ἀνείλετʼ, ἐς δὲ γαῖαν ἐξέβησέ σοι
- τάδʼ ἀγγελοῦντα. σώφρονος δʼ ἀπιστίας
- οὐκ ἔστιν οὐδὲν χρησιμώτερον βροτοῖς.
- οὐκ ἄν ποτʼ ηὔχουν οὔτε σʼ οὔθʼ ἡμᾶς λαθεῖν
- Μενέλαον, ὦναξ, ὡς ἐλάνθανεν παρών.
- ὦ γυναικείαις τέχναισιν αἱρεθεὶς ἐγὼ τάλας·
- ἐκπεφεύγασιν γάμοι με. κεἰ μὲν ἦν ἁλώσιμος
- ναῦς διώγμασιν, πονήσας εἷλον ἂν τάχα ξένους·
- νῦν δὲ τὴν προδοῦσαν ἡμᾶς τεισόμεσθα σύγγονον,
- ἥτις ἐν δόμοις ὁρῶσα Μενέλεων οὐκ εἶπέ μοι.
- τοιγὰρ οὔποτʼ ἄλλον ἄνδρα ψεύσεται μαντεύμασιν.
- οὗτος ὤ, ποῖ σὸν πόδʼ αἴρεις, δέσποτʼ, ἐς ποῖον φόνον;
- οἷπερ ἡ δίκη κελεύει με· ἀλλʼ ἀφίστασʼ ἐκποδών.
- οὐκ ἀφήσομαι πέπλων σῶν· μεγάλα γὰρ σπεύδεις κακά.
- ἀλλὰ δεσποτῶν κρατήσεις δοῦλος ὤν;
- φρονῶ γὰρ εὖ.
- οὐκ ἔμοιγʼ, εἰ μή μʼ ἐάσεις —
- οὐ μὲν οὖν σʼ ἐάσομεν.