Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Διόσκοροι καλοῦμεν, οὓς Λήδα ποτὲ
- ἔτικτεν Ἑλένην θʼ, ἣ πέφευγε σοὺς δόμους·
- οὐ γὰρ πεπρωμένοισιν ὀργίζῃ γάμοις,
- οὐδʼ ἡ θεᾶς Νηρῇδος ἔκγονος κόρη
- ἀδικεῖ σʼ ἀδελφὴ Θεονόη, τὰ τῶν θεῶν
- τιμῶσα πατρός τʼ ἐνδίκους ἐπιστολάς.
- ἐς μὲν γὰρ αἰεὶ τὸν παρόντα νῦν χρόνον
- κείνην κατοικεῖν σοῖσιν ἐν δόμοις ἐχρῆν·
- ἐπεὶ δὲ Τροίας ἐξανεστάθη βάθρα,
- καὶ τοῖς θεοῖς παρέσχε τοὔνομʼ, οὐκέτι·
- ἐν τοῖσι δʼ αὑτῆς δεῖ νιν ἐζεῦχθαι γάμοις
- ἐλθεῖν τʼ ἐς οἴκους καὶ συνοικῆσαι πόσει.
- ἀλλʼ ἴσχε μὲν σῆς συγγόνου μέλαν ξίφος,
- νόμιζε δʼ αὐτὴν σωφρόνως πράσσειν τάδε.
- πάλαι δʼ ἀδελφὴν κἂν πρὶν ἐξεσώσαμεν,
- ἐπείπερ ἡμᾶς Ζεὺς ἐποίησεν θεούς·
- ἀλλʼ ἥσσονʼ ἦμεν τοῦ πεπρωμένου θʼ ἅμα
- καὶ τῶν θεῶν, οἷς ταῦτʼ ἔδοξεν ὧδʼ ἔχειν.
- σοὶ μὲν τάδʼ αὐδῶ, συγγόνῳ δʼ ἐμῇ λέγω·
- πλεῖ ξὺν πόσει σῷ· πνεῦμα δʼ ἕξετʼ οὔριον·