Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- σφάζειν φονεύειν βαρβάρους νεώς τʼ ἄπο
- ῥίπτειν ἐς οἶδμα; ναυβάταις δὲ τοῖσι σοῖς
- βοᾷ κελευστὴς τὴν ἐναντίαν ὄπα·
- οὐκ εἶʼ ὃ μέν τις λοῖσθον ἀρεῖται δόρυ,
- ὃ δὲ ζύγʼ ἄξας, ὃ δʼ ἀφελὼν σκαλμοῦ πλάτην
- καθαιματώσει κρᾶτα πολεμίων ξένων;
- ὀρθοὶ δʼ ἀνῇξαν πάντες, οἳ μὲν ἐν χεροῖν
- κορμοὺς ἔχοντες ναυτικούς, οἳ δὲ ξίφη·
- φόνῳ δὲ ναῦς ἐρρεῖτο. παρακέλευσμα δʼ ἦν
- πρύμνηθεν Ἑλένης· ποῦ τὸ Τρωικὸν κλέος;
- δείξατε πρὸς ἄνδρας βαρβάρους· σπουδῆς δʼ ὕπο
- ἔπιπτον, οἳ δʼ ὠρθοῦντο, τοὺς δὲ κειμένους
- νεκροὺς ἂν εἶδες. Μενέλεως δʼ ἔχων ὅπλα,
- ὅποι νοσοῖεν ξύμμαχοι κατασκοπῶν,
- ταύτῃ προσῆγε χειρὶ δεξιᾷ ξίφος,
- ὥστʼ ἐκκολυμβᾶν ναός, ἠρήμωσε δὲ
- σῶν ναυβατῶν ἐρετμά. ἐπʼ οἰάκων δὲ βὰς
- ἄνακτʼ ἐς Ἑλλάδʼ εἶπεν εὐθύνειν δόρυ.
- οἳ δʼ ἱστὸν ᾖρον, οὔριαι δʼ ἧκον πνοαί.
- βεβᾶσι δʼ ἐκ γῆς. διαφυγὼν δʼ ἐγὼ φόνον