Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ῥίπτειν ἐς οἶδμα; ναυβάταις δὲ τοῖσι σοῖς
  2. βοᾷ κελευστὴς τὴν ἐναντίαν ὄπα·
  3. οὐκ εἶʼ ὃ μέν τις λοῖσθον ἀρεῖται δόρυ,
  4. ὃ δὲ ζύγʼ ἄξας, ὃ δʼ ἀφελὼν σκαλμοῦ πλάτην
  5. καθαιματώσει κρᾶτα πολεμίων ξένων;
  6. ὀρθοὶ δʼ ἀνῇξαν πάντες, οἳ μὲν ἐν χεροῖν
  7. κορμοὺς ἔχοντες ναυτικούς, οἳ δὲ ξίφη·
  8. φόνῳ δὲ ναῦς ἐρρεῖτο. παρακέλευσμα δʼ ἦν
  9. πρύμνηθεν Ἑλένης· ποῦ τὸ Τρωικὸν κλέος;