Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. δείξατε πρὸς ἄνδρας βαρβάρους· σπουδῆς δʼ ὕπο
  2. ἔπιπτον, οἳ δʼ ὠρθοῦντο, τοὺς δὲ κειμένους
  3. νεκροὺς ἂν εἶδες. Μενέλεως δʼ ἔχων ὅπλα,
  4. ὅποι νοσοῖεν ξύμμαχοι κατασκοπῶν,
  5. ταύτῃ προσῆγε χειρὶ δεξιᾷ ξίφος,
  6. ὥστʼ ἐκκολυμβᾶν ναός, ἠρήμωσε δὲ
  7. σῶν ναυβατῶν ἐρετμά. ἐπʼ οἰάκων δὲ βὰς
  8. ἄνακτʼ ἐς Ἑλλάδʼ εἶπεν εὐθύνειν δόρυ.
  9. οἳ δʼ ἱστὸν ᾖρον, οὔριαι δʼ ἧκον πνοαί.