Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- σώσατέ μʼ ἐπʼ ἀκτὰς Ναυπλίας δάμαρτά τε
- ἄσυλον ἐκ γῆς. αἵματος δʼ ἀπορροαὶ
- ἐς οἶδμʼ ἐσηκόντιζον οὔριοι ξένῳ.
- καί τις τόδʼ εἶπε· δόλιος ἡ ναυκληρία.
- πάλιν πλέωμεν· δεξιὰν κέλευε σύ,
- σὺ δὲ στρέφʼ οἴακʼ. ἐκ δὲ ταυρείου φόνου
- Ἀτρέως σταθεὶς παῖς ἀνεβόησε συμμάχους·
- τί μέλλετʼ, ὦ γῆς Ἑλλάδος λωτίσματα,
- σφάζειν φονεύειν βαρβάρους νεώς τʼ ἄπο