Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἀνὴρ παρʼ ἄνδρʼ ἕζονθʼ, ὑφʼ εἵμασι ξίφη
  2. λαθραῖʼ ἔχοντες, ῥόθιά τʼ ἐξεπίμπλατο
  3. βοῆς κελευστοῦ φθέγμαθʼ ὡς ἠκούσαμεν.
  4. ἐπεὶ δὲ γαίας ἦμεν οὔτʼ ἄγαν πρόσω
  5. οὔτʼ ἐγγύς, οὕτως ἤρετʼ οἰάκων φύλαξ·
  6. ἔτʼ, ὦ ξένʼ, ἐς τὸ πρόσθεν — ἢ καλῶς ἔχει —
  7. πλεύσωμεν; ἀρχαὶ γὰρ νεὼς μέλουσι σοί.
  8. ὃ δʼ εἶφʼ· ἅλις μοι. δεξιᾷ δʼ ἑλὼν ξίφος
  9. ἐς πρῷραν εἷρπε κἀπὶ ταυρείῳ σφαγῇ
  10. σταθεὶς νεκρῶν μὲν οὐδενὸς μνήμην ἔχων,
  11. τέμνων δὲ λαιμὸν ηὔχετʼ· ὦ ναίων ἅλα
  12. πόντιε Πόσειδον Νηρέως θʼ ἁγναὶ κόραι,
  13. σώσατέ μʼ ἐπʼ ἀκτὰς Ναυπλίας δάμαρτά τε
  14. ἄσυλον ἐκ γῆς. αἵματος δʼ ἀπορροαὶ
  15. ἐς οἶδμʼ ἐσηκόντιζον οὔριοι ξένῳ.
  16. καί τις τόδʼ εἶπε· δόλιος ἡ ναυκληρία.
  17. πάλιν πλέωμεν· δεξιὰν κέλευε σύ,
  18. σὺ δὲ στρέφʼ οἴακʼ. ἐκ δὲ ταυρείου φόνου
  19. Ἀτρέως σταθεὶς παῖς ἀνεβόησε συμμάχους·
  20. τί μέλλετʼ, ὦ γῆς Ἑλλάδος λωτίσματα,