Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πότερος ὁ κρείσσων; ὦ τάλαινʼ ἐγὼ κακῶν.
Τεῦκρος
  1. ἄστροις σφʼ ὁμοιωθέντε φάσʼ εἶναι θεώ.
Ἑλένη
  1. καλῶς ἔλεξας τοῦτο· θάτερον δὲ τί;
Τεῦκρος
  1. σφαγαῖς ἀδελφῆς οὕνεκʼ ἐκπνεῦσαι βίον.
  2. ἅλις δὲ μύθων· οὐ διπλᾶ χρῄζω στένειν.
  3. ὧν δʼ οὕνεκʼ ἦλθον τούσδε βασιλείους δόμους,
  4. τὴν θεσπιῳδὸν Θεονόην χρῄζων ἰδεῖν,
  5. σὺ προξένησον, ὡς τύχω μαντευμάτων
  6. ὅπῃ νεὼς στείλαιμʼ ἂν οὔριον πτερὸν
  7. ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μʼ ἐθέσπισεν
  8. οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν
  9. Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας.
Ἑλένη
  1. πλοῦς, ὦ ξένʼ, αὐτὸς σημανεῖ· σὺ δʼ ἐκλιπὼν
  2. γῆν τήνδε φεῦγε πρίν σε παῖδα Πρωτέως
  3. ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς· ἄπεστι δὲ
  4. κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις·
  5. κτείνει γὰρ Ἕλληνʼ ὅντινʼ ἂν λάβῃ ξένον.
  6. ὅτου δʼ ἕκατι, μήτε σὺ ζήτει μαθεῖν
  7. ἐγώ τε σιγῶ· τί γὰρ ἂν ὠφελοῖμί σε;
Τεῦκρος
  1. καλῶς ἔλεξας, ὦ γύναι· θεοὶ δέ σοι