Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐπεὶ δὲ γαίας ἦμεν οὔτʼ ἄγαν πρόσω
- οὔτʼ ἐγγύς, οὕτως ἤρετʼ οἰάκων φύλαξ·
- ἔτʼ, ὦ ξένʼ, ἐς τὸ πρόσθεν — ἢ καλῶς ἔχει —
- πλεύσωμεν; ἀρχαὶ γὰρ νεὼς μέλουσι σοί.
- ὃ δʼ εἶφʼ· ἅλις μοι. δεξιᾷ δʼ ἑλὼν ξίφος
- ἐς πρῷραν εἷρπε κἀπὶ ταυρείῳ σφαγῇ
- σταθεὶς νεκρῶν μὲν οὐδενὸς μνήμην ἔχων,
- τέμνων δὲ λαιμὸν ηὔχετʼ· ὦ ναίων ἅλα
- πόντιε Πόσειδον Νηρέως θʼ ἁγναὶ κόραι,