Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. καὶ τἄλλα μὲν δὴ ῥᾳδίως ἔσω νεὼς
  2. ἐθέμεθα κουφίζοντα· ταύρειος δὲ ποὺς
  3. οὐκ ἤθελʼ ὀρθὸς σανίδα προσβῆναι κάτα,
  4. ἀλλʼ ἐξεβρυχᾶτʼ ὄμμʼ ἀναστρέφων κύκλῳ
  5. κυρτῶν τε νῶτα κἀς κέρας παρεμβλέπων
  6. μὴ θιγγάνειν ἀπεῖργεν. ὁ δʼ Ἑλένης πόσις
  7. ἐκάλεσεν· ὦ πέρσαντες Ἰλίου πόλιν,
  8. οὐκ εἶʼ ἀναρπάσαντες Ἑλλήνων νόμῳ
  9. νεανίαις ὤμοισι ταύρειον δέμας
  10. ἐς πρῷραν ἐμβαλεῖτε, φάσγανόν θʼ ἅμα
  11. πρόχειρον ὤσει σφάγια τῷ τεθνηκότι;
  12. οἳ δʼ ἐς κέλευσμʼ ἐλθόντες ἐξανήρπασαν
  13. ταῦρον φέροντές τʼ εἰσέθεντο σέλματα.
  14. μονάμπυκον δὲ Μενέλεως ψήχων δέρην
  15. μέτωπά τʼ ἐξέπεισεν ἐσβῆναι δόρυ.
  16. τέλος δʼ, ἐπειδὴ ναῦς τὰ πάντʼ ἐδέξατο,
  17. πλήσασα κλιμακτῆρας εὐσφύρῳ ποδί
  18. Ἑλένη καθέζετʼ ἐν μέσοις ἑδωλίοις,
  19. ὅ τʼ οὐκέτʼ ὢν λόγοισι Μενέλεως πέλας·
  20. ἄλλοι δὲ τοίχους δεξιοὺς λαιούς τʼ ἴσοι