Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὃ μὲν γὰρ ἱστόν, ὃ δὲ πλάτην καθίσατο
  2. ταρσόν τε χειρί, λευκά θʼ ἱστίʼ εἰς ἓν ἦν
  3. πηδάλιά τε ζεύγλαισι παρακαθίετο.
  4. κἀν τῷδε μόχθῳ, τοῦτʼ ἄρα σκοπούμενοι,
  5. Ἕλληνες ἄνδρες Μενέλεῳ ξυνέμποροι
  6. προσῆλθον ἀκταῖς ναυφθόροις ἠσθημένοι
  7. πέπλοισιν, εὐειδεῖς μέν, αὐχμηροὶ δʼ ὁρᾶν.
  8. ἰδὼν δέ νιν παρόντας Ἀτρέως γόνος
  9. προσεῖπε δόλιον οἶκτον ἐς μέσον φέρων·
  10. ὦ τλήμονες, πῶς ἐκ τίνος νεώς ποτε
  11. Ἀχαιίδος θραύσαντες ἥκετε σκάφος;
  12. ἆρʼ Ἀτρέως παῖδʼ ὀλόμενον συνθάπτετε,
  13. ὃν Τυνδαρὶς παῖς ἥδʼ ἀπόντα κενοταφεῖ;
  14. οἳ δʼ ἐκβαλόντες δάκρυα ποιητῷ τρόπῳ,
  15. ἐς ναῦν ἐχώρουν Μενέλεῳ ποντίσματα
  16. φέροντες. ἡμῖν δʼ ἦν μὲν ἥδʼ ὑποψία
  17. λόγος τʼ ἐν ἀλλήλοισι, τῶν ἐπεσβατῶν
  18. ὡς πλῆθος εἴη· διεσιωπῶμεν δʼ ὅμως
  19. τοὺς σοὺς λόγους σῴζοντες· ἄρχειν γὰρ νεὼς
  20. ξένον κελεύσας πάντα συνέχεας τάδε.