Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἰδὼν δέ νιν παρόντας Ἀτρέως γόνος
  2. προσεῖπε δόλιον οἶκτον ἐς μέσον φέρων·
  3. ὦ τλήμονες, πῶς ἐκ τίνος νεώς ποτε
  4. Ἀχαιίδος θραύσαντες ἥκετε σκάφος;
  5. ἆρʼ Ἀτρέως παῖδʼ ὀλόμενον συνθάπτετε,
  6. ὃν Τυνδαρὶς παῖς ἥδʼ ἀπόντα κενοταφεῖ;
  7. οἳ δʼ ἐκβαλόντες δάκρυα ποιητῷ τρόπῳ,
  8. ἐς ναῦν ἐχώρουν Μενέλεῳ ποντίσματα
  9. φέροντες. ἡμῖν δʼ ἦν μὲν ἥδʼ ὑποψία