Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- λόγος τʼ ἐν ἀλλήλοισι, τῶν ἐπεσβατῶν
- ὡς πλῆθος εἴη· διεσιωπῶμεν δʼ ὅμως
- τοὺς σοὺς λόγους σῴζοντες· ἄρχειν γὰρ νεὼς
- ξένον κελεύσας πάντα συνέχεας τάδε.
- καὶ τἄλλα μὲν δὴ ῥᾳδίως ἔσω νεὼς
- ἐθέμεθα κουφίζοντα· ταύρειος δὲ ποὺς
- οὐκ ἤθελʼ ὀρθὸς σανίδα προσβῆναι κάτα,
- ἀλλʼ ἐξεβρυχᾶτʼ ὄμμʼ ἀναστρέφων κύκλῳ
- κυρτῶν τε νῶτα κἀς κέρας παρεμβλέπων