Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ζυγῶν τε πεντήκοντα κἀρετμῶν μέτρα
  2. ἔχουσαν. ἔργου δʼ ἔργον ἐξημείβετο·
  3. ὃ μὲν γὰρ ἱστόν, ὃ δὲ πλάτην καθίσατο
  4. ταρσόν τε χειρί, λευκά θʼ ἱστίʼ εἰς ἓν ἦν
  5. πηδάλιά τε ζεύγλαισι παρακαθίετο.
  6. κἀν τῷδε μόχθῳ, τοῦτʼ ἄρα σκοπούμενοι,
  7. Ἕλληνες ἄνδρες Μενέλεῳ ξυνέμποροι
  8. προσῆλθον ἀκταῖς ναυφθόροις ἠσθημένοι
  9. πέπλοισιν, εὐειδεῖς μέν, αὐχμηροὶ δʼ ὁρᾶν.