Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἄλλης ἐκπόνει μνηστεύματα
  2. γυναικός· Ἑλένη γὰρ βέβηκʼ ἔξω χθονός.
Θεοκλύμενος
  1. πτεροῖσιν ἀρθεῖσʼ ἢ πεδοστιβεῖ ποδί;
Ἄγγελος
  1. Μενέλαος αὐτὴν ἐκπεπόρθμευται χθονός,
  2. ὃς αὐτὸς αὑτὸν ἦλθεν ἀγγέλλων θανεῖν.
Θεοκλύμενος
  1. ὦ δεινὰ λέξας· τίς δέ νιν ναυκληρία
  2. ἐκ τῆσδʼ ἀπῆρε χθονός; ἄπιστα γὰρ λέγεις.
Ἄγγελος
  1. ἥν γε ξένῳ δίδως σύ· τούς τε σοὺς ἔχων
  2. ναύτας βέβηκεν, ὡς ἂν ἐν βραχεῖ μάθῃς.
Θεοκλύμενος
  1. πῶς; εἰδέναι πρόθυμος· οὐ γὰρ ἐλπίδων
  2. ἔσω βέβηκα μίαν ὑπερδραμεῖν χέρα
  3. τοσούσδε ναύτας, ὧν ἀπεστάλης μέτα.
Ἄγγελος
  1. ἐπεὶ λιποῦσα τούσδε βασιλείους δόμους
  2. ἡ τοῦ Διὸς παῖς πρὸς θάλασσαν ἐστάλη
  3. σοφώταθʼ ἁβρὸν πόδα τιθεῖσʼ ἀνέστενε
  4. πόσιν πέλας παρόντα κοὐ τεθνηκότα.
  5. ὡς δʼ ἤλθομεν σῶν περίβολον νεωρίων,
  6. Σιδωνίαν ναῦν πρωτόπλουν καθείλκομεν
  7. ζυγῶν τε πεντήκοντα κἀρετμῶν μέτρα
  8. ἔχουσαν. ἔργου δʼ ἔργον ἐξημείβετο·