Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- πῶς; εἰδέναι πρόθυμος· οὐ γὰρ ἐλπίδων
- ἔσω βέβηκα μίαν ὑπερδραμεῖν χέρα
- τοσούσδε ναύτας, ὧν ἀπεστάλης μέτα.
- ἐπεὶ λιποῦσα τούσδε βασιλείους δόμους
- ἡ τοῦ Διὸς παῖς πρὸς θάλασσαν ἐστάλη
- σοφώταθʼ ἁβρὸν πόδα τιθεῖσʼ ἀνέστενε
- πόσιν πέλας παρόντα κοὐ τεθνηκότα.
- ὡς δʼ ἤλθομεν σῶν περίβολον νεωρίων,
- Σιδωνίαν ναῦν πρωτόπλουν καθείλκομεν