Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πόλιν ἑλὼν δόμον ἥξει.
Χορός
  1. μόλοιτέ ποθʼ ἵππιον οἶμον
  2. διʼ αἰθέρος ἱέμενοι
  3. παῖδες Τυνδαρίδαι,
  4. λαμπρῶν ἄστρων ὑπʼ ἀέλλαισιν·
  5. οἳ ναίετʼ οὐράνιοι,
  6. σωτῆρες τᾶς Ἑλένας,
  7. γλαυκὸν ἔπιτʼ οἶδμα κυανόχροά τε κυμάτων
  8. ῥόθια πολιὰ θαλάσσας,
  9. ναύταις εὐαεῖς ἀνέμων
  10. πέμποντες Διόθεν πνοάς·
  11. δύσκλειαν δʼ ἀπὸ συγγόνου
  12. βάλετε βαρβάρων λεχέων,
  13. ἃν Ἰδαίων ἐρίδων
  14. ποιναθεῖσʼ ἐκτήσατο, γᾶν
  15. οὐκ ἐλθοῦσά ποτʼ Ἰλίου
  16. Φοιβείους ἐπὶ πύργους.
Ἄγγελος
  1. ἄναξ, τὰ κάκιστʼ ἐν δόμοις εὑρήκαμεν·
  2. ὡς καίνʼ ἀκούσῃ πήματʼ ἐξ ἐμοῦ τάχα.
Θεοκλύμενος
  1. τί δʼ ἔστιν;