Helen
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- νᾳ γᾷ βούθυτον ἁμέραν·
- ὁ Διὸς δʼ εἶπε σέβειν γόνος·
- μόσχον θʼ, ἃν οἴκοις
- ἔλειπες, Ἑρμιόναν,
- ἇς οὔπω πεῦκαι πρὸ γάμων ἔλαμψαν.
- διʼ ἀέρος εἴθε ποτανοὶ
- γενοίμεσθʼ ᾇ Λιβύας
- οἰωνοὶ στοχάδες
- ὄμβρον λιποῦσαι χειμέριον
- νίσονται πρεσβυτάτᾳ
- σύριγγι πειθόμεναι
- ποιμένος, ὃς ἄβροχα πεδία καρποφόρα τε γᾶς
- ἐπιπετόμενος ἰαχεῖ.
- ὦ πταναὶ δολιχαύχενες,
- σύννομοι νεφέων δρόμου,
- βᾶτε Πλειάδας ὑπὸ μέσας
- ὠρίωνά τʼ ἐννύχιον·
- καρύξατʼ ἀγγελίαν,
- Εὐρώταν ἐφεζόμεναι,
- Μενέλεως ὅτι Δαρδάνου